top of page


WISSENSCHAFT
KLASSISCHE PHILOLOGIE

AN DER LMU MÜNCHEN

EXKURS: MIMNERMOS

“Μίμνερμος δὲ Ναννοῖ ἐν εὐνῇ φησι χρυσῇ κατεσκευασμένῃ πρὸς τὴν χρείαν ταύτην ὑπὸ Ἡφαίστου τὸν ἥλιον καθεύδοντα περαιοῦσθαι πρὸς τὰς ἀνατολάς, αἰνισσόμενος τὸ κοῖλον τοῦ ποτηρίου. λέγει δ᾽ οὕτως:

ἠέλιος μὲν γὰρ πόνον ἔλλαχεν ἤματα πάντα
οὐδέ κοτ᾽ ἄμπαυσις γίγνεται οὐδεμία
ἵπποισίν τε καὶ αὐτῷ, ἐπεὶ ῥοδοδάκτυλος Ἠὼς
ὠκεανὸν προλιποῦσ᾽ οὐρανὸν εἰσαναβῇ:
τὸν μὲν γὰρ διὰ κῦμα φέρει πολυήρατος εὐνὴ
κοιΐλη, Ἡφαίστου χερσὶν ἐληλαμένη
χρυσοῦ τιμήεντος, ὑπόπτερος, ἄκρον ἐφ᾽ ὕδωρ
εὕδονθ᾽ ἁρπαλέως χώρου ἀφ᾽ Ἑσπερίδων
γαῖαν ἐς Αἰθιόπων, ἵνα οἱ θοὸν ἅρμα καὶ ἵπποι
ἑστᾶσ᾽, ὄφρ᾽ Ἠὼς ἠριγένεια μόλῃ:
ἐνθ᾽ ἐπεβήσεθ᾽ ἑῶν ὀχέων Ὑπερίονος υἱός.

Mimnermos aber (schreibt an) Nanno, Helios (die Sonne) reise in einem goldenen Bett, das Hephaistos (eigens) zu diesem Zweck angefertigt hat, zum Ort ihres Aufgangs hinüber, und der Dichter deutet die Vertiefung eines Kelches an. Er sagt darüber das Folgende:

bottom of page